[451 Logo]
 Μόνο Top News & Social
 Επικαιρότητα - 
 Αθλητικά - 
 Οικονομία - 
 Ροή

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ!!! Άσπιλε, Αμόλυντε, Άφθορε, Άχραντε, Αγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· η Θεόν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ενώσασα και την ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν...

Original Post

Πλήρες Κείμενο:

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ!!! Άσπιλε, Αμόλυντε, Άφθορε, Άχραντε, Αγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· η Θεόν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ενώσασα και την ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς ουρανίοις συνάψασα· η τῶν απηλπισμένων μόνη ελπίς και τῶν πολεμουμένων βοήθεια· η έτοιμη αντίληψις τῶν εἰς σε προστρεχόντων και πάντων τῶν Χριστιανῶν το καταφύγιον! Μη βδελύξῃ με τον αμαρτωλόν, τον εναγῆ, τον αἰσχροῖς λογισμοῖς και λόγοις και πράξεσιν όλον εμαυτὸν αχρειώσαντα και τῇ τῶν ἡδονῶν τοῦ βίου ραθυμίᾳ, γνώμῃ δοῦλον γενόμενον· ἀλλ ̓ ὡς τοῦ Φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ ̓ εμοὶ τῷ ἁμαρτωλῷ και ασώτῳ, και δέξαι μου την εκ ρυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· και τον σόν Υιόν, και ἡμῶν Δεσπότην και Κύριον, τῇ μητρικῇ σου παρρησίᾳ χρωμένη δυσώπησον, ἵνα ανοίξῃ καμοὶ τα φιλάνθρωπα σπλάγχνα τῆς αυτοῦ αγαθότητος· και παριδών μου τα αναρίθμητα πταίσματα, επιστρέψῃ με πρός μετάνοιαν και τῶν αυτοῦ εντολῶν εργάτην δόκιμον αναδείξῃ με! Και πάρεσο μοι ἀεὶ ὡς ελεήμων και συμπαθής και φιλάγαθος· εν μέν τῷ παρόντι βίῳ θερμή προστάτις και βοηθός, τας τῶν εναντίων εφόδους αποτειχίζουσα και προς σωτηρίαν καθοδηγοῦσά με· και ἐν τῷ καιρῷ τῆς εξόδου μου την αθλίαν μου ψυχήν περιέπουσα και τας σκοτεινάς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αυτῆς απελαύνουσα· εν δε τῇ φοβερᾷ ημέρᾳ τῆς κρίσεως, τῆς αιωνίου με ρυομένη κολάσεως, και τῆς απορρήτου δόξης τοῦ σοῦ Υἱοῦ και Θεοῦ ἡμῶν κληρονόμον με αποδεικνύουσα! Ής και τύχοιμι Δέσποινα μου, Υπεραγία Θεοτόκε διά τῆς σῆς μεσιτείας και αντιλήψεως, Χάριτι και Φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου και Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ! Ώ πρέπει πᾶσα δόξα, τιμή και προσκύνησις, σύν τῷ Ανάρχῳ Αυτοῦ Πατρί και τῷ Παναγίῳ και Ἀγαθῷ και Ζωοποιῷ Αυτοῦ Πνεύματι, νῦν και ἀεὶ και εἰς τους αἰῶνας τῶν αιώνων! Άμην! Υπερένδοξε, Αειπάρθενε, ευλογημένη Θεοτόκε, προσάγαγε την ημετέραν προσευχήν τῷ Υἱῷ σου και Θεῷ ήμῶν και αίτησε ἵνα σώσῃ διά σοῦ τας ψυχάς ἡμῶν! Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεῦμα το Άγιον, Τριάς Αγία, Δόξα Σοι! Την πᾶσαν ελπίδα μου είς σε ανατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον με υπό την σκέπην Σου! Ἐπι σοί Χαίρει Κεχαριτωμένη, πᾶσα η κτίσις, Αγγέλων το σύστημα και ανθρώπων το γένος, ηγιασμένε Ναέ και παράδεισε λογικέ, παρθενικόν καύχημα εξ ἧς Θεός εσαρκώθη, και παιδίον γέγονεν ο προ αιώνων υπάρχων Θεός ἡμῶν! Την γάρ σην μήτραν Θρόνον εποίησε και την σήν γαστέρα πλατυτέραν Ουρανῶν απειργάσατο! Επι σοί Χαίρει Κεχαριτωμένη, πᾶσα η κτίσις, Δόξα σοι! Παναγία Δέσποινα μου Θεοτόκε αποδίωξον απ ̓ εμοῦ τοῦ ἁμαρτωλοῦ και αναξίου, την ακηδείαν, την λήθην, την άγνοιαν, την αμέλειαν και πάντας τους πονηρούς λογισμούς και αισχρούς και βλασφήμους αποσόβησον ἐκ τῆς αθλίας και ταλαιπώρου μου καρδίας και ἐκ τῆς μεμολυσμένης μου ψυχῆς και τοῦ εσκοτισμένου μου νοός, και κατάσβεσον μου την φλόγα τῶν παθῶν και ελέησον με από τῶν επερχομένων μοι πονηρῶν ενθυμήσεων και προλήψεων και πασῶν τῶν κακῶν μου ελευθέρωσον πράξεων, τῶν ἐν νυκτί και ημέρᾳ ότι Υπερευλογημένη υπάρχεις, και το Όνομα σου το Άγιον Δεδοξασμένον εἰς τους αιῶνας τῶν αιώνων! Αμήν! Θεοτόκε Παρθένε Χαῖρε Κεχαριτωμένη Μαρία, ο Κύριος μετά σοῦ· ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τῆς κοιλίας σου, ότι Σωτῆρα έτεκες τῶν ψυχῶν ημῶν! Θεοτόκε Παρθένε Χαῖρε Κεχαριτωμένη Μαρία, ο Κύριος μετά σοῦ· ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τῆς κοιλίας σου, ότι Σωτῆρα έτεκες τῶν ψυχῶν ημῶν! Θεοτόκε Παρθένε Χαῖρε Κεχαριτωμένη Μαρία, ο Κύριος μετά σοῦ· ευλογημένη σύ εν γυναιξί και ευλογημένος ο καρπός τῆς κοιλίας σου, ότι Σωτῆρα έτεκες τῶν ψυχῶν ημῶν! Υπό την σήν ευσπλαγχνίαν καταφεύγομεν Θεοτόκε· τας ημῶν ικεσίας μη παρίδῃς εν περιστάσει, ἀλλ ̓ εκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Αγνή, μόνη ευλογημένη! Τῆν δυσώνυμον λέσχην, Οἱκουμενιστῶν από τῆς γῆς αφάρπασον, τῶν καταπατούντων, Θεομῆτορ τα πάνσεπτα δόγματα, και ἀλλοτριούντων, τῆς σωτηριάς τους ποιμένας, και αὐτῶν το Φιλόχριστον ποίμνιον! Οργανώσεις τῶν πονηρῶν ανθρώπων, και διώκτας κρυπτούς, κατά τῶν Ὀρϑοδόξων, σιωνιστάς, μασόνους, γοητεύοντας, ὡς κατεφθαρμένους, Δέσποινα τελείως, αφόπλισον ραδίως! Τῆν αίρεσιν, Θεοτόκε κάθελε, τῶν μεταπατερικῶν ϑεολόγων, αντιβαινόντων τοῖς ϑείοις πατρᾶσι, φιλοσοφίας επάρσει και όρια, μετακινούντων τα σεπτά, ἐν τῇ πίστει ἡμῶν και αιώνια! Τεῖχος καὶ προπύργιον, τῶν Θεοφόρων πατέρων, Δέσποινα υπάρχουσα, και τῆν Ἐκκλησίαν διαφυλάττουσα, τους κακούς έξωσον, μισθωτούς ποιμένας, ώσπερ λύκους εν ενδύμασι, προβάτων φθείροντας, άπαν Ὀρϑοδόξων το πλήρωμα, ὁμοῦ δε καταλύοντας, ιερατικόν το αξίωμα, αγαπολογίᾳ, ψευδεῖ και απαρνήσει τοῦ Χριστοῦ, μοναδικοῦ ὡς Σωτῆρος τε, και Κριτοῦ τοῦ μέλλοντος! Χαίροις Ὀρϑοδόξων καταφυγή, και τῶν κακοδόξων η τελεία καταστροφή, χαίροις δυσσεβούντων Παρϑένε καταπέλτης καὶ τῶν πεπλανημένων η επανόρθωσις! Φὕλαξον το ποίμνιον το μικρόν, Δέσποινα ἐκ βλάβης τῶν πολλῶν Οἰκουμενιστῶν, και τὴν Ἐκκλησίαν ζῶσαν και ελευϑέραν, κατάστησον, τίκτουσαν μάρτυρας.

Στῶμεν καλῶς, και Ορϑοδόξως λατρεύσωμεν τον Σωτῆρα Ἰησοῦν καὶ Κύριον, τὸν σαρκωϑέντα υπερ ἡμῶν, ἐκ τῆς σῆς νηδύος, Θεοκυῆτορ Πανάμωμε, τηροῦντες αὐτοῦ πάντα, τα εντάλματα φόβῳ, και τῶν θείων πατέρων τα δόγματα! Δόξα Πατρί και Υἱῷ και Αγίῳ Πνεύματι, και νῦν και αεί και είς τους αιῶνας τῶν αιώνων! Αμήν! Κύριε, ελέησον! Κύριε, ελέησον! Κύριε, ελέησον! Δι' ευχῶν τῶν αγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ο Θεός ημῶν, ελέησον και σῶσον ἡμᾶς! Αμήν! Ὅτι συ εἶ μόνος Ἅγιος, συ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός! Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς! Ότι σου εστίν η Βασιλεία και η Δύναμις και η Δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, ΠΑΝΤΟΤΕ, νυν και αεί και εις τους αιώνας των αιώνων! Αμήν! Άγιος ο Θεός, Άγιος Ἰσχυρός, Άγιος Ἀθάνατος, ελέησον ἡμᾶς! Άγιος ο Θεός, Άγιος Ἰσχυρός, Άγιος Ἀθάνατος, ελέησον ἡμᾶς! Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Άθάνατος, ελέησον ἡμᾶς! Οτι μόνος υπάρχεις ΑΘΑΝΑΤΟΣ🌹📿📿🌹 Βαγγελιτσα Βασιλειου Νικολιτσα Κατσικη

Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη σειρά δημοτικότητάς τους


Όροι Χρήσης - Επικοινωνία
Update cookies preferences