🕊️⛪ ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ ⛪🕊️ ÷÷÷÷÷÷÷ 🕊️📖🕊️÷÷÷÷÷÷÷ 🕊️†Είςτον εν Αγίοις Πατέρα Ημών Λουκά τον Ιατρό και Ομολογητή Αρχιεπίσκοπο Συμφερουπόλεως και Κρυμαίας τον Θαυματουργό🕊️ Διάσωσον, ὦ 🌹 ἱεράρχα Λουκᾶ...
🕊️⛪ ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ ⛪🕊️
÷÷÷÷÷÷÷ 🕊️📖🕊️÷÷÷÷÷÷÷ 🕊️†Είςτον εν Αγίοις Πατέρα Ημών Λουκά τον Ιατρό και Ομολογητή Αρχιεπίσκοπο Συμφερουπόλεως και Κρυμαίας τον Θαυματουργό🕊️ Διάσωσον, ὦ 🌹 ἱεράρχα Λουκᾶ 🤍🌺🕊️ ♦️🔷♦️ 🤍🌺🕊️ τοὺς σὲ ἀνυμνοῦντας, 🌹 ἐκ κινδύνων καὶ πονηρῶν 🕊️⛪🕊️καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημειοφόρε.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ... Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς· Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καὶ ἰατρὸς τῶν ἀσθενούντων μερόπων, καὶ πρεσβευτὴς Λουκᾶ πρὸς τὸν Φιλάνθρωπον, τοὺς ἐπιζητοῦντας σου, τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπῃς Ἅγιε, ἀπὸ πάσης ἀνάγκης, καὶ χαλεπῶν τοῦ βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου. Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ψαλμὸς Ν´(50) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου... Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς· Λουκᾶ ἰατρὲ τοὺς νοσοῦντας ἴασαι.
Ιωήλ. ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶ ἀρχιθύτα τὸν Ἰησοῦν, πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καὶ δυσπραγίας τοῦ βίου πανόλβιε.
Ὁρμὰς τὰς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ καὶ ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τῇ σῇ προστασίᾳ Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόῤῥιζον.
Ὑφέρπων δολίως ὁ πονηρὸς, προσβάλλει με ὄντως, ἀῤῥωστήμασι τοῖς δεινοῖς, ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ, τὴν ἰατρείαν Λουκᾶ δός μοι τάχιστα. Θεοτοκίον.
Καμάτου τοῦ σώματος καὶ ψυχῆς, τοὺς δούλους σου Μῆτερ, ἐλευθέρωσον σαῖς λιταῖς, καὶ χάρισαι πᾶσι τὴν ἐλπίδα, τοῦ πλατυσμοῦ καὶ ἀνέσεως Δέσποινα. ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποῤῥήτως τὴν χάριν, τὰ σὰ ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταύτᾳ ἀσπάσασθαι, ἐν Σαγματᾶ τῇ Μονὴ, καὶ ἐν τῇ χώρᾳ Ῥωσίας, ὡς πηγὴ ἀείροος, Λουκᾶ ἀοίδιμε.
Ἰαθῆναι λιταῖς σου, παρακαλῶ Ἅγιε, ἐκ τῆς ταραχῆς τοῦ νοός μου, καὶ τῆς δειλίας μου, σὺ γὰρ ὡς εὔτολμος, ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ τὴν ἀλήθειαν, Λουκᾶ ἐκήρυξας.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῷ ἔπαρον, τὰς σεπτὰς σου χεῖρας θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ἀπαλλαγῆναί με, ἀμπλακημάτων παντοίων, ὡς ἂν τὴν σωτήριον, τρίβον πορεύσωμαι. Θεοτοκίον.
Τὰς συμβάσεις τοῦ βίου, καὶ δυσμενῆ σκάνδαλα, τὰς ἐπιφορᾶς τοῦ βελίαρ, καὶ μηχανήματα, γηίνων θέλγητρα, καὶ τῶν ματαίων ὀρέξεις, ἀφ’ ἡμῶν ἀπόστησον, Παντοβασίλισσα.
Διάσωσον, ὦ ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς, παραμυθία ἄφατος, διὸ μὴ παύσῃ Ἅγιε, συντηρῶν προμηθεία τῇ κρείττονι, ὡς παῤῥησίαν σχὼν ἐν οὐρανῷ, τοὺς πόθῳ φωνοῦντας τὸ σὸν ὄνομα . ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥίζαν ἔκκοψον Ἅγιε, τῆς δαιμονικῆς σαφῶς ἀθεότητος, καὶ Λουκᾶ πρὸς ἀγαθότητα, ἴθυνας ψυχὰς τῶν ἀνυμνούντων σε. Ἐπὶ σοὶ τὰς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγμὸν τῆς ῥαθυμίας μου, στήσαι ὁ φιλόυλος ἐφίεμαι.
Τῷ φλογμῷ παραβάσεων, καὶ ἀσεβημάτων Λουκᾶ ἐπίσκοπε, ἐκτακεῖσαν τὴν καρδίαν μου, δρόσισον ῥανίσι τοῦ ἐλέους σου. Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος, καὶ πληρῶν τὰ πάντα Θεὸς ἐχώρησεν, ἐν τῇ μήτρᾳ σου Πανάμωμε, ὃν ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε. ᾨδὴ ε΄. Φώτισον ἡμᾶς. Ὕψωσον Λουκᾶ, πρὸς τὴν ἄνωθεν λαμπρότητα, τὰ νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τὰ φαντάσματα.
Στόνον τῶν ψυχῶν, καὶ σωμάτων τὰ ἀλγήματα, Ἱεράρχα ζωηφόροις σου λιταῖς, μὴ ἐλλίπης ἰατρεύσαι τῶν τιμώντων σε. Νῦν ἐν Σαγματᾷ, τὰς μερίδας τῶν λειψάνων σου, οἱ μονάζοντες κατέχοντες Λουκᾶ, ταῖς εὐχαῖς σου ἐκζητοῦσι τὴν εἰρήνευσιν. Θεοτοκίον.
Ὃν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας, δυσωποῦσα μὴ ἐλλείπῃς ἐσαεὶ, ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως. ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συστήματα πονηρῶν ἐκύκλωσαν, τὰς ψυχὰς ἡμῶν Λουκᾶ ἱεράρχα, καὶ σαρκικῶν τὰ ἀμέτρητα πάθη, πρὸς ἀκρασίας τὸν λάκκον καθέλκουσιν, ἡμᾶς τοὺς κράζοντας πρὸς σέ· ἐκ φθορὰς τοὺς ἱκέτας σου λύτρωσον.
Ὁδήγησον πρὸς λιμένα εὔδιον, Ἱεράρχα τοῦ Χριστοῦ τοὺς πεσόντας, ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου, καὶ ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρὸς Θεὸν, τὴν καλὴν παῤῥησίαν πανεύφημε.
Ὑπαρχῶν, τῶν λογισμῶν ἀνάπλεως, Ἱεράρχα πολυφρόντιδος βιοῦ, καὶ μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας, ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος, ἐκ βάθους αἴρω τὴν φωνὴν πρὸς τὸ θεῖον με φῶς καθοδήγησον. Θεοτοκίον.
Νῦν βαρεῖ, τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα ἡ καρδία μου σθένει, καὶ μὴ τολμῶν ἀτενίσαι πρὸς ὕψος, τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν, πάνσεμνη σου πρεσβεία Θεόνυμφε.
Διάσωσον, ὦ ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημαιοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης ὁ πρόεδρος, τοῖς προσιοῦσιν ἐν πίστει τῇ λάρνακᾳ τῶν σῶν λειψάνων ἁγίασον χάριτι παρέχων κατ’ ἄμφω τὴν ἴασιν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχος.
Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. στ΄. 17-23). Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο.
Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας.
Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.
Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχος.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Ἅγιε Ἀνάργυρε Ῥωσίας πάσης τὸ κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καὶ Ἐπίσκοπε, τὰς δεινὰς μάστιγας, τῶν ἀῤῥωστημάτων, πυρετῶν τε καὶ τὰ τραύματα τῶν προσιόντων σοι ἴασαι Λουκᾶ τῷ ἐλέει σου καὶ ταῖς ἱκετηρίαις πρὸς τὸν σὸν Φιλάνθρωπον Κύριον.
Πάντιμε ἀκέστορ, ἐλπὶς κεκμηκότων ἀῤῥαγὴς μὴ ἐπιλάθῃ δωρήσασθε πᾶσι τὰ εὐφρόσυνα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου… ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ σῇ σκέπῃ προστρέχω, Ἱεράρχα αἰτούμενος τὴν καρδιᾶν μου, τὴν γεμοῦσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καὶ δαιμόνων θρασύτητος, ἀποκαθάραι ταῖς σαῖς, ἐντεύξεσι Λουκᾶ μου. Ἁγιώτατε Πάτερ, νοητῶν αἰθιόπων καὶ κακοτρόπων βροτῶν, συμβάσεως ἀλόγου, καὶ τῆς κακοπραγίας, ἀνωτέρους συντήρησον, τοὺς ἐξαιτοῦντας Λουκᾶ, τὴν σὴν ἐπικουρίαν.
Στηριγμὸν ἐν τῇ θλίψει, ἐν πελάγει τοῦ βίου, τοῦ Σαγματᾶ ἡ μονή, τὰ λείψανα σου πάτερ, κατέχουσα τὸ θάρσος, καθ’ ἑκάστην ἀρύεται, ἵνα πρὸς πλάτος χαρὰς, τῆς ὄντως καταντήσῃ. Θεοτοκίον.
Ἰησοῦ τὰς ἀγκάλας, τῆς θερμῆς σου ἀγάπης, καὶ θυμηδίας ὁμοῦ, ὑπάνοιξόν μοι Σῶτερ, λιταῖς τῆς σῆς τεκούσης, ἵνα ψάλλω γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η΄. Τὸν Βασιλέα. Ἀτρέμας Πάτερ, πρὸ τῶν βημάτων ἀθέων, ὡμολόγησας Χριστὸν Ἐσταυρωμένον, ὃν μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν λιτανῶν.
Σοφίας μάκαρ, τῆς θεικῆς ὧν δοχεῖον, τὸν θυμὸν καὶ ταραχώδεις ἐννοήσεις, θραῦσον τῆς ψυχῆς μου, Λουκᾶ σημειοφόρε.
Ἅγιε λῦσον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ τοῦ σώματος τοὺς πόνους καὶ ὀδύνας, σὺ γὰρ Ἀρχιθύτης, τυγχάνεις καὶ ἀκέστωρ. Θεοτοκίον.
Ἰσχὺς ἡ ὄντως, καὶ ἡ ἐλπὶς καὶ τὸ φάος, ἡ παράκλησης καὶ ἴαμα κατ’ ἄμφω, Δέσποινα ὑπάρχεις, ἡμῶν τῶν Ὀρθοδόξων. ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὰς νόσους, τῶν ψυχοπασχόντων, καὶ ἀλγουμένων Λουκᾶ ὑπὲρ ἔννοιαν, διευθετῶν τὰς ἐννοίας, αὐτῶν μακάριε.
Ὡς μέλισσα ἐτρύγεις, τὴν σοφίαν πᾶσαν, ἐπὶ τῆς γῆς Ἱεράρχα ἀοίδιμε, διὸ νοός μου ἀπέλασον, τὴν σκοτόμαιναν.
Ἡδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τὰ σὰ ὀστᾶ ὡς μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον, τὴν σὴν ἀντίληψιν. Θεοτοκίον.
Λαὸν τῶν Ὀρθοδόξων, φύλαττε ἐκ λύκων, αἱρετικῶν Παναγία πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν, αὐτῶν κακότητα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια, Χαίροις ἐπισκόπων ὁ κοινωνὸς, τῆς Ῥωσίας πάσης, ὁ θεόσοφος ἱατρός, χαίροις τῆς Κριμαίας, ὁ θεῖος ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος Ἅγιος.
Ἔχων τὴν σοφίαν παρὰ Θεοῦ, τῶν νενοσηκότων, ἐθεράπευες τὰ δεινὰ καὶ τοὺς πεπτοκότας ἐν λάκκῳ τῶν ἀθέων, τῇ σῇ δυνάμει πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τὰ ὀνείδη διὰ Χριστόν, φύλακας διώξεις, καὶ αἰκίας σωματικὰς, σκύβαλα ἡγήσω καὶ ἔφερες γενναίως, Λουκᾶ σημειοφόρε καὶ ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῷ, ἡ σεπτὴ σορός σου, ἐν Ῥωσίᾳ ἐπιτελεῖ, καὶ ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαὴς, ἐν Συμφερουπόλει τὰς χορείας τῶν εὐσεβῶν, καὶ τῆς ἀθεΐας ἐμείωσας τὸ σκότος, ἐν χώρᾳ τῆς Ῥωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν, ἐν τῷ Σαγματίῳ ταῖς πρεσβείαις σου πρὸς Χριστὸν, φύλαττε θεόφρων ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων Λουκά πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς). Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν.
Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν.
Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.
Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεία στίγματα, τὰς ἐξορίας, τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τὰς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ’ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς· Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου. Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μὴ κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καὶ περιστάσεσι, συντηρῶν τὸν φιλόχριστον λαὸν τοῦ Κυρίου, τὸν ἐπικαλούμενον ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τὸ σὸν θεοφόρε, καὶ ὑμνολογοῦντα ἐνθέως, θαύματα καὶ βίον σου τὸν ἅγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.📿🕊️⛪
Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη σειρά δημοτικότητάς τους