[451 Logo]
 Μόνο Top News & Social
 Επικαιρότητα
 Αθλητικά
 Οικονομία
 Ροή

26. Για να προστατέψει ο Θεός τους χωρικούς από τα εχθρικά στρατεύματα, να μην κάνουν κακό στους ανθρώπους και λεηλασίες στις αγροικίες. Ψαλμός ΚΣΤ΄(26) Κύριος φωτισμὸς μου καὶ σωτὴρ μου· τίνα...

Original Post

Πλήρες Κείμενο:

26. Για να προστατέψει ο Θεός τους χωρικούς από τα εχθρικά στρατεύματα, να μην κάνουν κακό στους ανθρώπους και λεηλασίες στις αγροικίες. Ψαλμός ΚΣΤ΄(26) Κύριος φωτισμὸς μου καὶ σωτὴρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ΄ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροὶ μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

Ἐὰν παρατάξηται ἐπ΄ἐμὲ παρεμβολή, οὗ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ΄ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.

Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρα ὕψωσέ με. Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλὴν μου ἐπ΄εχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ᾖς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

Σοι εἶπεν ἡ καρδία μου· Κύριον ζητήσω· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἐπ΄ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθὸς μου γενοῦ, μὴ ἀποσκορακίσης με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτὴρ μου.

Ὅτι ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δε Κύριος προσελάβετό με. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη σειρά δημοτικότητάς τους


Όροι Χρήσης - Επικοινωνία
Update cookies preferences