[451 Logo]
 Μόνο Top News & Social
 Επικαιρότητα
 Αθλητικά
 Οικονομία
 Ροή

Εὐαγγελικὸ Ἀνάγνωσμα τῆς Κυριακῆς τοῦ Τυφλοῦ, 17 Μαΐου 2026 Ιωάν. θ΄ 1-38 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ...

Original Post

Πλήρες Κείμενο:

Εὐαγγελικὸ Ἀνάγνωσμα τῆς Κυριακῆς τοῦ Τυφλοῦ, 17 Μαΐου 2026 Ιωάν. θ΄ 1-38 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.

Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.

Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Ἀπόδοση στὴν νέα Ἑλληνική Καὶ ἐνῷ ἀνεχώρει εἶδεν ἄνθρωπο ποὺ εἶχε γεννηθεῖ τυφλός. καὶ ἐρώτησαν αὐτὸν οἱ μαθητές του· δάσκαλε, ποιὸς ἁμάρτησε, αὐτὸς ἤ οἱ γονεῖς του, ὥστε νὰ γεννηθῆ τυφλός; ἀπάντησε ὁ Ἰησοῦς· οὔτε αὐτὸς ἁμάρτησε οὔτε οἱ γονεῖς του, ἀλλὰ γιὰ νὰ φανερωθοῦν τὰ ἔργα τοῦ Θεοῦ σ' αὐτόν, ἐγὼ πρέπει νὰ ἐργάζωμαι τὰ ἔργα αὐτοῦ ποὺ με ἔστειλε ὅσον διαρκεῖ ἡ ἡμέρα· ἔρχεται ἡ νύκτα ὅπου οὐδεὶς δύναται νὰ ἐργάζεται. ἐνόσῳ εἶμαι σ' αὐτὸν τὸν κόσμο εἶμαι τὸ φῶς τοῦ κόσμου. ἀφοῦ εἶπε αὐτὰ ἔπτυσε κάτω καὶ ἔκαμε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἄλειψε τὸν πηλὸν στὰ μάτια τοῦ τυφλοῦ καὶ τοῦ εἶπε· πήγαινε νὰ νιφτῆς στὴν κολυμβήθρα τοῦ Σιλωάμ, ὅπου σημαίνει ἀπεσταλμένος. πῆγε λοιπὸν καὶ νίφτηκε καὶ ὅταν γύρισε ἔβλεπε.

Οἱ δὲ γείτονες καὶ ὅσοι τὸν ἔβλεπαν προηγουμένως ὅτι ἦταν τυφλός ἔλεγαν· δὲν εἶναι αὐτὸς ποὺ καθόταν καὶ ζητιάνευε; ἄλλοι ἔλεγαν ὅτι αὐτὸς εἶναι· ἄλλοι δὲ ὅτι εἶναι κάποιος ποὺ τοῦ μοιάζει. ἐκεῖνος ἔλεγεν ὅτι ἐγὼ εἶμαι. ἔλεγαν λοιπὸν πρὸς αὐτὸν· πῶς ἀνοίξανε τὰ μάτια σου; ἐκείνος ἀπάντησε· ἕνας ἄνθρωπος, ποὺ τὸν ἔλεγαν Ἰησοῦ ἔκαμε πηλὸν καὶ μου ἄλειψε τὰ μάτια καὶ μου εἶπε· πήγαινε στὴν κολυμβήθρα τοῦ Σιλωάμ καὶ νίψου· ἀφοῦ δὲ ἐπῆγα καί ἐνίφτηκα βρῆκα τὸ φῶς μου, εἶπαν λοιπὸν πρὸς αὐτόν· ποῦ εἶναι ἐκεῖνος; δὲν ξέρω, τοὺς ἀπάντησε.

Ἔφεραν τὸν ἄλλοτε τυφλὸν πρὸς στοὺς Φαρισαίους· ἦταν δὲ σάββατο, ὅταν ἔκαμε τὸν πηλὸν καὶ τοῦ ἄνοιξε τὰ μάτια· πάλιν λοιπὸν τὸν ρωτούσαν οἱ Φαρισαῖοι πῶς ἀπέκτησε τὸ φῶς του. αὐτὸς τοὺς ἀπάντησε· ἔβαλε στὰ μάτια μου πηλόν, νίφτηκα καὶ βλέπω. ἔλεγαν λοιπὸν μερικοὶ ἀπὸ τοὺς Φαρισαίους· αὐτός ὁ ἄνθρωπος δὲν εἶναι σταλμένος ἀπὸ τὸν Θεόν, διότι δὲν τηρεῖ τὴν ἀργίαν τοῦ σαββάτου. ἄλλοι ἔλεγαν· πῶς μπορεῖ ἄνθρωπος ἁμαρτωλὸς νὰ κάνει τέτοια θαύματα; καὶ ὑπῆρχε διχογνωμία ἀνάμεσα τους. λέγουν πάλιν πρὸς τὸν τυφλόν· ἐσὺ τί λέγεις γι’ αὐτόν, πῶς ἐξηγεῖς ὅτι σοῦ ἄνοιξε τὰ μάτια; καὶ ἐκεῖνος εἶπεν ὅτι εἶναι προφήτης· δὲν ἐπίστευσαν λοιπὸν οἱ Ἰουδαῖοι γιὰ αὐτὸ ὅτι ἦταν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐκάλεσαν τοὺς γονεῖς του καὶ τοὺς ρώτησαν· αὐτὸς εἶναι ὁ υἱὸς σας ποὺ λέτε ὅτι γεννήθηκε τυφλός; πῶς λοιπόν, βλέπει τώρα; οἱ γονεῖς του τότε ἀποκρίθηκαν πρὸς αὐτοὺς· ξέρουμε ὅτι αὐτὸς εἶναι ὁ υἱὸς μας καὶ ὅτι γεννήθηκε τυφλός· πῶς ὅμως τώρα βλέπει δὲν ξέρουμε, ἤ ποῖος ἄνοιξε τὰ μάτια του ἐμεῖς δὲν ξέρουμε· αὐτὸς εἶναι ἐνήλικος ρωτήστε τον, αὐτὸς μπορεῖ νὰ μιλήση γιὰ τὸν ἑαυτό του. αὐτὰ εἶπαν οἱ γονεῖς του, διότι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἐπειδὴ εἶχαν συμφωνήσει οἱ Ἰουδαῖοι, ἐὰν κάποιος παραδεχτεῖ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς νὰ ἀφορίζεται. γι’ αὐτὸ εἶπαν οἱ γονεῖς του ἐνήλικος εἶναι, ρωτῆστε τον. ἐκάλεσαν λοιπόν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὁ ὁποῖος ἦταν τυφλός καὶ τοῦ εἶπαν· δόξασε τὸν Θεὸν· ἐμεῖς ξέρουμε ὅτι ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός. ἐκεῖνος τοὺς ἀπάντησε· ἄν εἶναι ἁμαρτωλός δὲν ξέρω· ἕνα ξέρω, ὅτι ἤμουν τυφλὸς καὶ τώρα βλέπω. τὸν ρώτησαν πάλι· τί σου ἔκανε; πῶς ἄνοιξε τὰ μάτια σου; τοὺς ἀποκρίθηκε· σᾶς τὸ εἶπα ἤδη, καὶ δὲν ἀκούσατε, γιατί θέλετε νὰ τὸ ξανακούσετε; μήπως καὶ ἐσεῖς θέλετε νὰ γίνετε μαθητές του; τὸν περιγέλασαν καὶ τοῦ εἶπαν· ἐσὺ εἶσαι μαθητὴς ἐκείνου· ἐμεῖς εἴμαστε μαθητὲς τοῦ Μωυσέως· ἐμεῖς ξέρουμε ὅτι ὁ Θεὸς μίλησε στὸν Μωυσῆν· ἐνῶ γι’ αὐτὸν δὲν ξέρουμε ἀπὸ ποῦ εἶναι. τότε ἀπάντησε ὁ ἄνθρωπος καὶ τοὺς εἶπε· ἐδῶ εἶναι τὸ παράξενο, ὅτι ἐσεῖς δὲν ξέρετε ἀπὸ ποῦ εἶναι, καὶ αὐτὸς ἄνοιξε τὰ μάτια μου. ξέρουμε ὅτι τοὺς ἁμαρτωλοὺς ὁ Θεὸς δὲν τοὺς ἀκούει, ἀλλὰ ἐὰν κάποιος τὸν σέβεται καὶ κάνει τὸ θέλημά του, αὐτὸν τὸν ἀκούει· ἀπὸ τοῦ αἰῶνος

Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη σειρά δημοτικότητάς τους


Όροι Χρήσης
Update cookies preferences