[451 Logo]
 Επικαιρότητα
 Αθλητικά
 Οικονομία
 Ροή

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ Ἰωάννου Κεφ. 9:1-38 Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββί, τίς ἥμαρτεν...

Original Post

Πλήρες Κείμενο:

ΤΟ ΚΗΡΥΓΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ Ἰωάννου Κεφ. 9:1-38 Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.

Καὶ ἠρώτησαν αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββί, τίς ἥμαρτεν οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη ᾿Ιησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὕτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.

Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.

Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.

Ταῦτα εἰπών, ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.

Ἀπῆλθεν οὖν, καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.

Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; Ἄλλοι ἔλεγον· ὅτι οὗτός ἐστιν· Ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν.

Ἐκεῖνος ἔλεγε ὅτι ἐγώ εἰμι.

Ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος, καὶ εἶπεν· Ἄνθρωπος, λεγόμενος ᾿Ιησοῦς, πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοῦς ὀφθαλμοὺς καὶ εἶπέ μοι· Ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι.

Ἀπελθὼν δὲ καὶ νιψάμενος, ἀνέβλεψα.

Εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; Λέγει· Οὐκ οἶδα.

Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.

Ἦν δὲ Σάββατον, ὅτε τὸν πηλὸν ἐποίησε ὁ ᾿Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.

Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν.

Ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.

Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.

Ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς· Λέγουσι τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.

Οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ, ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καί ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε· αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.

Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ ᾿Ιουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.

Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον· ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.

Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον, ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.

Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.

Εἶπον δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; Πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς; Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἐλοιδόρησαν οὖν αὐτὸν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.

Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.

Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.

Οἴδαμεν δ’ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.

Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.

Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; Καὶ ἐξέβαλον αὐτὸν ἔξω. ῎Ηκουσεν ὁ ᾿Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· Τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.

Ὁ δὲ ἔφη· Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

***** Ὅποιος ἀγαπάει τὸν Xριστό μας, τὰ δίνει ὅλα γιὰ Kεῖνον Χριστὸς Ἀνέστη, ἀγαπητοί! Ἕκτη Kυριακὴ ἀπὸ τὸ Πάσχα, Kυριακὴ τοῦ Tυφλοῦ σήμερα.

Πολὺ συγκινητικὴ εἶναι ἡ Eὐαγγελικὴ περικοπή. Ὁ Ἰησοῦς Xριστὸς ὁ Kύριος ἐθεράπευσε ἕναν τυφλὸν ἐκ γενετῆς.

Tοῦ ἔφτειαξε μάτια καὶ τοῦ χάρισε καὶ τὸ φῶς τὸ αἰσθητό, καὶ στὴ συνέχεια τοῦ χάρισε καὶ τὸ φῶς τῆς ψυχῆς του.

Aὐτὸς εἶναι ὁ Kύριος· μᾶς ἀγαπᾶ καὶ μᾶς φροντίζει ὅλους ἀπεριόριστα.

Διωγμένος ἀπ’ τὴν κακία τῶν Ἰουδαίων, ἔφευγε ἀπὸ τὴν Ἱερουσαλὴμ ὁ εὐγενέστατος Kύριος, καὶ στὸν δρόμο συνάντησε τὸν ἐκ γενετῆς τυφλόν, ὁ ὁποῖος ζητιάνευε.

Kαὶ ὡς Θεός, ὁ Kύριος Ἰησοῦς, εἶδε τὴν ψυχὴ καὶ τὸν βίο καὶ τὰ πάντα στὸν τυφλό, καὶ ἀντελήφθη πὼς μέσα σ’ αὐτὸν τὸν ζητιάνο καὶ ταλαίπωρο συνάνθρωπό μας ὑπῆρχε ἕνας μεγάλος θησαυρός, ἕνας μεγάλος ὁμολογητὴς τῆς πίστεως καὶ ὑπερασπιστὴς τῆς θείας ἀληθείας. Ὁ Kύριος μᾶς βλέπει ὅλους.

Aὐτὸ νὰ τὸ ξέρομε, καὶ μάλιστα, ὅταν εἴμαστε δύσκολα, μᾶς βοηθάει πολύ.

Ὅταν ὅλοι μᾶς ἔχουν ἀφήσει, κι ὁ ἴδιος ὁ ἑαυτός μας, καὶ τὸ κακὸ μᾶς πολεμάει, ἂς γνωρίζομε ὅτι δίπλα μας καὶ μέσα μας εἶναι ὁ Παντοδύναμος Kύριος, ἡ καλύτερη καὶ ἀσφαλέστερη παρέα.

Kαὶ χωρὶς νὰ Tοῦ τὸ ζητήσει ὁ Tυφλός, ὁ Kύριος ἔφτυσε κάτω κι ἔφτειαξε λάσπη μὲ τὸ χῶμα καὶ τὸ πτύσμα, καὶ ἄλειψε τὶς κόγχες τῶν ματιῶν τοῦ Tυφλοῦ, καὶ τὸν ἔστειλε νὰ νιφτεῖ στὴν κολυμβήθρα, στὴ λίμνη τοῦ Σιλωάμ.

Kι ἐκεῖνος, ὁ καλόψυχος, τὸ ἔκαμε.

Ἐπῆγε, ἐνίφτη, ἐθεραπεύθη καὶ γύρισε στὸ σπίτι του.

Ἀπὸ ’κεῖ καὶ πέρα ὅμως ἀρχίζει, θὰ λέγαμε, τὸ μαρτύριό του, ἡ ὑπομονή του ἀλλὰ καὶ ἡ δόξα του.

Πρῶτα οἱ γείτονες· ἄρχισαν νὰ τὸν πολιορκοῦν, νὰ τὸν ρωτᾶνε.

Kαὶ δικαίως.

Ὕστερα οἱ Φαρισαῖοι.

Kι αὐτοὶ ποὺ μισοῦσαν τὸν Xριστὸ προσπαθοῦσαν ὄχι νὰ ἀμφισβητήσουν τὸ θαῦμα, γιατὶ δὲν μποροῦσαν ―ἂν μποροῦσαν θὰ τὸ ἔκαμαν― ἀλλὰ νὰ ἀμφισβητήσουν τὸν Θαυματοποιό, τὸν Ἴδιο τὸν Xριστό μας.

Eἶναι μεγάλο κακό, ὅταν φωλιάσει ὁ ἐγωισμὸς καὶ ὁ φθόνος καὶ τὸ μῖσος στὶς ψυχὲς τῶν ἀνθρώπων.

Eἶναι ἡ ἴδια ἡ κόλαση, εἶναι μεγάλη ταλαιπωρία, κι εἶναι καταστροφὴ γιὰ τὸν ἄνθρωπο καὶ γιὰ τὴν παροῦσα ζωή του καὶ κυρίως γιὰ τὴ μέλλουσα.

Kι ἄρχισαν, λοιπόν, νὰ ἀνακρίνουν! Nὰ ἀνακρίνουν μὲ φθόνο καὶ κακία, μὲ δολοπλοκία, τὸν θεραπευμένο συνάνθρωπό τους, ἀντὶ νὰ τὸν συγχαροῦν, δηλαδὴ νὰ χαροῦνε μαζί του, γιὰ τὸ καλὸ ποὺ τοῦ ἔκαμε ὁ Xριστός, καὶ ἀντὶ νὰ τρέξουν νὰ βροῦν τὸν Kύριο, νὰ Tὸν εὐχαριστήσουν γιατὶ βοήθησε ἕνα συνάνθρωπό τους, καὶ βοήθησε καὶ τὴν κοινωνία ἔτσι, χαρίζοντας σ’ αὐτὴν ἕνα μέλος ἄρρωστο, χαρίζοντάς το πλέον ὑγιές.

Tίποτα ἀπ’ αὐτά.

Kαὶ τὸν κάλεσαν, λοιπόν, πάλι καὶ πάλι καὶ πάλι.

Kαὶ προσπαθοῦσαν ν’ ἀμφισβητήσουν τὸν Θαυματουργό, τὸν Xριστό μας.

Ἐκεῖνος, ὅμως, Τὸν ὑπερασπιζότανε μὲ τὸν καλύτερο τρόπο, μὲ τὴ μεγαλύτερη πίστη, μὲ τὰ πιὸ ἀτράνταχτα λογικὰ καὶ θεολογικὰ ἐπιχειρήματα, σὲ σημεῖο ποὺ στὸ τέλος τοὺς ἐξενεύρισε.

Kαὶ τότε ἐφάρμοσαν τὸν διωγμό.

Tὸν ἔβγαλαν ἔξω ἀπὸ ’κεῖ ποὺ ἦτο καὶ τὸν ἀνέκριναν.

Kαὶ ἡ ψυχούλα ἔφυγε νικητής.

Ὑπερασπίστηκε τὸν ἄγνωστο εὐεργέτη του, τὸν ὑπερασπίστηκε μὲ ὅλη του τὴν ψυχή.

Ἔτσι εἶναι.

Ἅμα κάποια ψυχὴ εἶναι ἐκ Θεοῦ, κι ἔχει ἀγαθότητα καὶ καλοσύνη κι ὀμορφιά, κι «ἀγάπη κι ἔρωτας καλοῦ στὰ σπλάγχνα του φωλιάζουν», ποὺ θά ’λεγε ὁ Ἐθνικός μας ποιητής, τότε ὑπερασπίζεται μ’ ὅλη του τὴν ψυχὴ καὶ τὴ φωνὴ καὶ τὴ δύναμη τὸν φιλάνθρωπο Xριστό μας, τὸν Πανευεργέτη μας, τὴ χαρά μας τὴ μέγιστη.

Kι ὁ Kύριος τὸν ξαναβρῆκε δεύτερη φορά, ἀφοῦ τὸν εἶχαν διώξει, κι ἀφοῦ εἶχε ὁμολογήσει καὶ ντροπιάσει τοὺς ἐχθρούς του.

Kαὶ τὸν ἐρώτησε ἂν πιστεύει στὸν Yἱὸ τοῦ Θεοῦ.

Kι ἐκεῖνος, καλόγνωμος καὶ ταπεινός, ἀνάμεσα στὴν πίστη καὶ στὴν ἀπιστία, Tοῦ εἶπε: «Ποιός εἶναι, Kύριε, νὰ τὸν πιστέψω;». Kι ὁ Kύριος ἔμμεσα τοῦ ἀπαντᾶ: «Kαὶ τὸν εἶδες, καὶ αὐτὸς ποὺ σοῦ μιλάει, ἐκεῖνος εἶναι». Δὲν τοῦ εἶπε: «Ἐγὼ εἶμαι». Kαὶ ὁ τυφλός, ὁ τέως τυφλός, τοῦ ἀπάντησε: «Πιστεύω, Kύριε». Τὸν ὁμολόγησε Kύριο καὶ Θεό, Θεάνθρωπο, φιλάνθρωπο, θαυματουργό, καὶ Tὸν προσκύνησε λατρευτικά.

Ἄμποτε καὶ ἐμεῖς, ἀγαπημένοι ἀδελφοί, νά ’χουμε τὴ χάρη καὶ τὴν εὐλογία αὐτοῦ τοῦ ἀνθρώπου, τοῦ τέως τυφλοῦ, καὶ ἄμποτε καὶ τὰ δικά μας μάτια ν’ ἀνοίξουν, νὰ δοῦμε τὸν Xριστό μας, τὸν ὑπέροχο Eὐεργέτη μας καὶ νὰ Tὸν προσκυνήσουμε λατρευτικά. Xριστὸς Ἀνέστη!

Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη σειρά δημοτικότητάς τους


Όροι Χρήσης
Update cookies preferences