[451 Logo]
 Επικαιρότητα
 Αθλητικά
 Οικονομία
 Ροή

🕊️🕯️ ΧΡΙΣΤΌΣ ΑΝΈΣΤΗ - ΑΛΗΘΏΣ ΑΝΈΣΤΗ!!!🕯️🕊️ ÷÷÷÷÷÷÷÷÷÷÷÷÷🕊️🕯️🕊️÷÷÷÷÷÷÷÷÷÷÷÷÷ 🕊️ ΔΌΞΑ ΤΗ ΑΓΊΑ ΑΝΑΣΤΆΣΗ ΣΟΥ ΚΎΡΙΕ!!!🕊️ Χριστὸς ἀνέστη 🔷 ἐκ νεκρῶν, 🤍⚜️🕊️ ⚜️🔴⚜️ 🤍⚜️🕊️ θανάτῳ θάνατον 🔷 πατήσας καὶ τοῖς ἐν...

25#

Πλήρες Κείμενο:

🕊️🕯️ ΧΡΙΣΤΌΣ ΑΝΈΣΤΗ - ΑΛΗΘΏΣ ΑΝΈΣΤΗ!!!🕯️🕊️ ÷÷÷÷÷÷÷÷÷÷÷÷÷🕊️🕯️🕊️÷÷÷÷÷÷÷÷÷÷÷÷÷ 🕊️ ΔΌΞΑ ΤΗ ΑΓΊΑ ΑΝΑΣΤΆΣΗ ΣΟΥ ΚΎΡΙΕ!!!🕊️ Χριστὸς ἀνέστη 🔷 ἐκ νεκρῶν, 🤍⚜️🕊️ ⚜️🔴⚜️ 🤍⚜️🕊️ θανάτῳ θάνατον 🔷 πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι 🕊️⛪🕊️ζωὴν χαρισάμενος. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Απολυτίκιον Κυριακής Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ἄδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος. Ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Απολυτίκιον Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ Ἅδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν Πασαπνοάριον ήχος γ' Εἰς τὸ μνῆμά σε ἐπεζήτησε, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή. Μὴ εὑροῦσα δέ, ὠλοφύρετο κλαυθμῷ βοῶσα. — Τί κλαίεις, ὦ γύναι; — Κλαίω, φησί, ὅτι ἦραν τὸν Κύριόν μου ἐκ τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὕτη δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε εὐθέως ἐβόα. — Ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα Σοι. 🕊️⛪ ΛΌΓΙΑ ΑΓΊΩΝ ΠΑΤΈΡΩΝ ⛪🕊️ ÷÷÷÷÷÷÷🕊️📖🕊️÷÷÷÷÷÷÷ 💎Αἱ Μυροφόροι, καίτοι γυναῖκες, ἀνδρειότεραι τῶν μαθητῶν ἐδείχθησαν. Ἐκεῖνοι γὰρ ἐδειλίασαν καὶ ἔφυγον. Αὗται δὲ ἔμειναν περὶ τὸν τάφον, καὶ οὐκ ἀνεχώρησαν, ἕως εὗρον τὸν Κύριον. Διὰ τοῦτο αὗται πρῶται τῆς χαρᾶς ἠξιώθησαν. +Άγιος Θεοφύλακτος Βουλγαρίας 💎 Βλέπουσι τὸν ἄγγελον, καὶ ἀκούουσι τὸ χαρμόσυνον μήνυμα· "Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε, οὐκ ἔστιν ὧδε, ἠγέρθη γάρ, καθὼς εἶπε". Τότε αἱ Μυροφόροι, μετὰ χαρᾶς καὶ φόβου, ἀπῆλθον ἀναγγεῖλαι τοῖς μαθηταῖς.» + Ἅγιος Γρηγόριος ό Παλαμάς 💎Δεῦτε ἴδετε τὸ καινὸν θαῦμα. Γυναῖκες εὐαγγελίζονται τὴν Ἀνάστασιν τοῖς Ἀποστόλοις. Ὄντως αἱ γυναῖκες αὗται οὐ μόνον μύρα τῷ σώματι προσέφερον, ἀλλὰ καὶ δάκρυα τῇ ψυχῇ. Καὶ διὰ τοῦτο πρῶται τοῦ μυστηρίου ἠξιώθησαν. + Άγιος Αμφιλόχιος Ικονίου 💎Συγκρίνων λοιπὸν ἅπαντας τοὺς Εὐαγγελιστάς, εὑρίσκω ὅτι ἡ Θεοτόκος πρώτη πάντων ἦλθεν εἰς τὸ μνῆμα τοῦ Υἱοῦ καὶ Θεοῦ αὐτῆς, μετὰ τῆς Μαρίας τῆς Μαγδαληνῆς. Καὶ αὕτη εἶδε τὸν ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, κυλίοντα τὸν λίθον καὶ καθήμενον ἐπάνω αὐτοῦ, καὶ χαίρει ἄνευ φόβου πρὸ τοῖς βλεπομένοις. + Ἅγιος Γρηγόριος ό Παλαμάς 💎Τὸ "Χριστὸς ἀνέστη" πρώτη φορὰ τὸ ἄκουσαν γυναῖκες, καὶ δὲν νομίζω νὰ ὑπάρχῃ γι' αὐτὲς πιὸ μεγάλη τιμή. Αὐτές, οἱ μυροφόρες, εἶχαν τὴν κορυφαία ἀρετή, τὴ βασίλισσα τῶν ἀρετῶν, τὴν ἀγάπη. + Αυγουστίνος Καντιώτης επίσκοπος 🕊️⛪ ΕΥΛΟΓΗΜΈΝΗ ΜΈΡΑ ΚΥΡΊΟΥ!!!⛪🕊️ 🥀Δί ευχών των Αγίων Πατέρων ημών Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς Αμήν!!!📿🕊️⛪ 24#

Η επιλογή των posts/links γίνεται με ένα στατιστικό μοντέλο και μπορεί να μην απεικονίζει επακριβώς τη δημοτικότητά τους


Όροι Χρήσης
Update cookies preferences